pEpikurHer2: Brief an Herodot

pEpikurHer2.35-38: Brief an Herodot

Ἐπίκουρος Ἡροδότῳ χαίρειν.

 

35 Τοῖς μὴ δυναμένοις, ὦ Ἡρόδοτε,
ἕκαστα τῶν περὶ φύσεωςI ἀναγεγραμμένων ἡμῖν ἐξακριβοῦν
μηδὲ τὰς μείζους τῶν συντεταγμένων βίβλους
διαθρεῖν
ἐπιτομὴν τῆς ὅλης πραγματείαςII
εἰς τὸ κατασχεῖν τῶν ὁλοσχερωτάτων γε δοξῶν
τὴν μνήμην ἱκανῶς
αὐτὸς παρεσκεύασα,
ἵνα παρ' ἑκάστους τῶν καιρῶν
ἐν τοῖς κυριωτάτοιςIII βοηθεῖν αὑτοῖς δύνωνται,
καθ' ὅσον ἂν ἐφάπτωνται τῆς περὶ φύσεως θεωρίας.

 

καὶ τοὺς προβεβηκότας δὲ ἱκανῶς
ἐν τῇ τῶν ὅλωνIV ἐπιβλέψει

τὸν τύπονV τῆς ὅλης πραγματείας

τὸν κατεστοιχειωμένον

δεῖ μνημονεύειν·

τῆς γὰρ ἀθρόας ἐπιβολῆςVI

πυκνὸν δεόμεθα,

τῆς δὲ κατὰ μέρος οὐχ ὁμοίως.

 

36 Βαδιστέον μὲν οὖν καὶ ἐπ' ἐκεῖνα συνεχῶς,

ἐν <τε> τῇ μνήμῃ τὸ τοσοῦτο ποιητέον

ἀφ' οὗ ἥ τε κυριωτάτη ἐπιβολὴ

ἐπὶ τὰ πράγματα ἔσται

καὶ δὴ καὶ τὸ κατὰ μέρος ἀκρίβωμαVII πᾶν

ἐξευρήσεται,

τῶν ὁλοσχερωτάτων τύπων

εὖ περιειλημμένων καὶ μνημονευομένων·

 

ἐπεὶ καὶ τοῦ τετελεσιουργημένου

τοῦτο κυριώτατον τοῦ παντὸς ἀκριβώματος γίνεται,

 

τὸ ταῖς ἐπιβολαῖς ὀξέως δύνασθαι χρῆσθαι,

 

ἑκάστων πρὸς ἁπλᾶ στοιχειώματα

καὶ φωνὰςVIII συναγομένωνIX.

οὐ γὰρ οἷόν τε[1] τὸ πύκνωμα

τῆς συνεχοῦς τῶν ὅλων περιοδείας

εἰδέναι μὴ δυνάμενον

διὰ βραχεῶν φωνῶν ἅπαν ἐμπεριλαβεῖν ἐν αὑτῷ

τὸ καὶ κατὰ μέρος ἂν ἐξακριβωθέν.

 

37 Ὅθεν[2] δὴ πᾶσι[3] χρησίμης οὔσης

τοῖς ᾠκειωμένοις φυσιολογίᾳX τῆς τοιαύτης ὁδοῦ,

 

παρεγγυῶν τὸ συνεχὲς ἐνέργημα ἐν φυσιολογίᾳ

καὶ τοιούτῳ μάλιστα ἐγγαληνίζων τῷ βίῳ

ἐποίησά σοι καὶ τοιαύτην τινὰ ἐπιτομὴν

καὶ στοιχείωσιν τῶν ὅλων δοξῶν.

 

Πρῶτον μὲν οὖν

τὰ ὑποτεταγμένα τοῖς φθόγγοις,

ὦ Ἡρόδοτε, δεῖ εἰληφέναι,

ὅπως ἂν τὰ δοξαζόμενα ἢ ζητούμενα

ἢ ἀπορούμενα ἔχωμεν εἰς ταῦτα ἀναγαγόντες ἐπικρίνειν[4],

καὶ μὴ ἄκριτα πάντα ἡμῖν <ἴῃ> εἰς ἄπειρον ἀποδεικνύουσιν ἢ κενοὺς φθόγγους ἔχωμεν.

 

 

38 ἀνάγκη γὰρ τὸ πρῶτον ἐννόημαXI

καθ' ἕκαστον φθόγγον βλέπεσθαι

καὶ μηθὲν ἀποδείξεως προσδεῖσθαι,

εἴπερ ἕξομεν τὸ[5] ζητούμενον

ἢ ἀπορούμενον καὶ δοξαζόμενον ἐφ' ὃ ἀνάξομεν.

Ἔτι τε κατὰ τὰς αἰσθήσεις δεῖ

πάντα τηρεῖν

καὶ ἁπλῶς τὰς παρούσας ἐπιβολὰς εἴτε διανοίας

εἴθ' ὅτου δήποτε τῶν κριτηρίωνXII,

ὁμοίως δὲ καὶ τὰ ὑπάρχοντα πάθη,

ὅπως ἂν καὶ τὸ προσμένον

καὶ τὸ[6] ἄδηλονXIII ἔχωμεν

οἷς σημειωσόμεθα.

Ταῦτα δεῖ διαλαβόντας

συνορᾶν ἤδη

περὶ τῶν ἀδήλων·

πρῶτον μὲν ὅτι οὐθὲν γίνεται ἐκ τοῦ μὴ ὄντος.

 


[1] οἷόν τε <ἐστίν> es ist möglich

[2] ὅθεν: relativischer Anschluss

[3] ordne: τῆς τοιαύτης ὁδοῦ πᾶσι τοῖς ᾠκειωμένοις φυσιολογίᾳ χρησίμης οὔσης

[4] ἔχωμεν … ἐπικρίνειν: ἔχω + Inf. = müssen/können

[5] τὸ ... : der dreiteilige Ausdruck ist proleptisch und AO des folgen indir. Fragesatzes

[6] τὸ ... : der folgende zweiteilige Ausdruck ist proleptisch und AO des folgen indir. Fragesatzes