ZT07 Archilochos 1
1W, 1D
εἰμὶ δ' ἐγὼ θεράπων μὲν Ἐνυαλίοιο ἄνακτος Ἐνυάλιος kriegerisch, Ares
καὶ Μουσ<έω>ν ἐρατὸν δῶρον ἐπιστάμενος.
2 W, 2 D
ἐν δορὶ μέν μοι μᾶζα μεμαγμένη, ἐν δορὶ δ' οἶνος ἡ μᾶζα Gerstenbrot – μάσσω kneten
Ἰσμαρικός· πίνω δ' ἐν δορὶ κεκλιμένος.
3 W, 3 D Im lelantischen Krieg zwischen Chalkis und Eretria (beide auf Euboia) waren Fernwaffen verpönt.
οὔτοι πόλλ' ἐπὶ τόξα τανύσσεται, οὐδὲ θαμειαὶ τὸ τόξον Bogen – τανύω spannen (τείνω) – μῶλος Mühe, Kampf
σφενδόναι, εὖτ' ἂν δὴ μῶλον Ἄρης συνάγῃ θαμέες, θαμειαί zahlreiche – σφενδόνη Schleuder – εῦτε als, wenn
ἐν πεδίῳ· ξιφέων δὲ πολύστονον ἔσσεται ἔργον· τὸ ξίφος, ους Schwert – πολύστονος viel Leid/KLagen bringend
ταύτης γὰρ κεῖνοι δάμονές εἰσι μάχης δάμων = δαήμων kundig, erfahren
δεσπόται Εὐβοίης δουρικλυτοί. δουρίκλυτος speerberühmt
5 W, 6 D
ἀσπίδι μὲν Σαίων τις ἀγάλλεται, ἣν παρὰ θάμνωι, οἱ Σάϊοι die Saier in Thrakien - ἀγάλλομαι angeben - θάμνος Gebüsch
ἔντος ἀμώμητον, κάλλιπον οὐκ ἐθέλων· τὸ ἔντος Gerät, Waffe - ἀμώμητος untadelig - κάλλιπον = κατέλιπον
αὐτὸν δ' ἐξεσάωσα. τί μοι μέλει ἀσπὶς ἐκείνη; ἐκσαόω Nbnform zu ἐκσῴζω erretten
ἐρρέτω· ἐξαῦτις κτήσομαι οὐ κακίω. ἔρρω fortgehen, dahingehen
13 W, 7 D
κήδεα μὲν στονόεντα Περίκλεες οὔτέ τις ἀστῶν τὀ κῆδος Sorge, Trauer - στονόεις schmerzlich, bitter
μεμφόμενος θαλίηις τέρψεται οὐδὲ πόλις· ἡ θαλίη Freude, Feier, Festlichkeit
τοίους γὰρ κατὰ κῦμα πολυφλοίσβοιο θαλάσσης πολύφλοισβος vielbrausend - κατακλύζειν – hinabspülen, verschlingen
ἔκλυσεν, οἰδαλέους δ' ἀμφ' ὀδύνηις ἔχομεν οἰδαλέος geschwollen, beklommen – ὀδύνη Schmerz, Traurigkeit
πνεύμονας. ἀλλὰ θεοὶ γὰρ ἀνηκέστοισι κακοῖσιν ἀνήκεστος unheilbar (ἀκέομαι)
ὦ φίλ' ἐπὶ κρατερὴν τλημοσύνην ἔθεσαν ἡ τλημοσύνη Fähigkeit des Ertragens, Geduld, Fassung
φάρμακον. ἄλλοτε ἄλλος ἔχει τόδε· νῦν μὲν ἐς ἡμ<έα>ς
ἐτράπεθ', αἱματόεν δ' ἕλκος ἀναστένομεν, ἀναστένω – beklagen
ἐξαῦτις δ' ἑτέρους ἐπαμείψεται. ἀλλὰ τάχιστα
τλῆτε, γυναικεῖον πένθος ἀπωσάμενοι. τλῆτε fasst euch! Seid starkmütig!
14 W, 9 D
Αἰσιμίδη, δήμου μὲν ἐπίρρησιν μελεδαίνων ἡ ἐπίρρησις - Nachrede - μελεδαίνω - sich sorgen, sich kümmern
οὐδεὶς ἂν μάλα πόλλ' ἱμερόεντα πάθοι. ἱμερόεις lieblich
19 W,22 D iamabischer Trimeter
"οὔ μοι τὰ Γύγ<εω> τοῦ πολυχρύσου μέλει,
οὐδ' εἷλέ πώ με ζῆλος, οὐδ' ἀγαίομαι ἀγαίομαι = ἄγαμαι bewundern, nacheifern
θ<εῶ>ν ἔργα, μεγάλης δ' οὐκ ἐρ<έω> τυραννίδος·
ἀπόπροθεν γάρ ἐστιν ὀφθαλμῶν ἐμῶν."
128 W, 67a D trochäischer Tetrameter
θυμέ, θύμ', ἀμηχάνοισι κήδεσιν κυκώμενε, κυκώμενος aufgewühlt; gequält
+ἀναδευ δυσμενῶν+ δ' ἀλέξ<εο> προσβαλὼν ἐναντίον ἀλέξω abwehren
στέρνον +ἐνδοκοισιν ἐχθρῶν πλησίον κατασταθεὶς τὸ στέρνον Brust, Gemüt
ἀσφαλ<έω>ς· καὶ μήτε νικ<έω>ν ἀμφάδην ἀγάλλεο, ἀμφαδήν offen (ἀνα-φαίνω)
μηδὲ νικηθεὶς ἐν οἴκωι καταπεσὼν ὀδύρεο,
ἀλλὰ χαρτοῖσίν τε χαῖρε καὶ κακοῖσιν ἀσχάλα χαρτός erfreulich - ἀσχαλάω sich ärgern, betrübt sein
μὴ λίην, γίνωσκε δ' οἷος ῥυσμὸς ἀνθρώπους ἔχει.