pDem9.20-30 Text

[20] καὶ διατηρῆσαι μή τι πάθωσι,

καὶ τοῖς οὖσιν ἐκεῖ νῦν στρατιώταις πάνθ᾽ ὅσων ἂν δέωνται ἀποστεῖλαι,

βουλεύεσθαι μέντοι[1] περὶ πάντων τῶν Ἑλλήνων

ὡς ἐν κινδύνῳ μεγάλῳ καθεστώτων.

βούλομαι δ᾽ εἰπεῖν πρὸς ὑμᾶς ἐξ ὧν ὑπὲρ τῶν πραγμάτων οὕτω φοβοῦμαι,

ἵν᾽, εἰ μὲν ὀρθῶς λογίζομαι, μετάσχητε τῶν λογισμῶν

καὶ πρόνοιάν τιν᾽ ὑμῶν γ᾽ αὐτῶν,

εἰ μὴ καὶ τῶν ἄλλων ἄρα βούλεσθε, ποιήσησθε,

ἂν δὲ ληρεῖν καὶ τετυφῶσθαι δοκῶ,

μήτε νῦν μήτ᾽ αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε[2].

 

 

[21] ὅτι μὲν δὴ μέγας ἐκ μικροῦ καὶ ταπεινοῦ τὸ κατ᾽ ἀρχὰς Φίλιππος ηὔξηται, καὶ ἀπίστως καὶ στασιαστικῶς ἔχουσι πρὸς αὑτοὺς οἱ Ἕλληνες, καὶ ὅτι πολλῷ παραδοξότερον ἦν τοσοῦτον αὐτὸν ἐξ ἐκείνου γενέσθαι ἢ νῦν[3], ὅθ᾽[4] οὕτω πολλὰ προείληφε, καὶ τὰ λοιπὰ ὑφ᾽ αὑτῷ ποιήσασθαι, καὶ πάνθ᾽ ὅσα τοιαῦτ᾽ ἂν ἔχοιμι διεξελθεῖν, παραλείψω.

 

[22] ἀλλ᾽ ὁρῶ συγκεχωρηκότας ἅπαντας ἀνθρώπους, ἀφ᾽ ὑμῶν ἀρξαμένους, αὐτῷ[5], ὑπὲρ οὗ[6] τὸν ἄλλον ἅπαντα χρόνον πάντες οἱ πόλεμοι γεγόνασιν οἱ Ἑλληνικοί. τί οὖν ἐστι τοῦτο; τὸ ποιεῖν ὅ τι βούλεται, καὶ καθ᾽ ἕν᾽[7] οὑτωσὶ περικόπτειν καὶ λωποδυτεῖν τῶν Ἑλλήνων, καὶ καταδουλοῦσθαι τὰς πόλεις ἐπιόντα.

 

[23] καίτοι προστάται μὲν ὑμεῖς ἑβδομήκοντ᾽ ἔτη καὶ τρία[8] τῶν Ἑλλήνων ἐγένεσθε, προστάται δὲ τριάκονθ᾽ ἑνὸς δέοντα[9] Λακεδαιμόνιοι· ἴσχυσαν δέ τι καὶ Θηβαῖοι τουτουσὶ τοὺς τελευταίους χρόνους[10] μετὰ τὴν ἐν Λεύκτροις μάχην[11]. ἀλλ᾽ ὅμως οὔθ᾽ ὑμῖν οὔτε Θηβαίοις οὔτε Λακεδαιμονίοις οὐδεπώποτ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, συνεχωρήθη τοῦθ᾽ ὑπὸ τῶν Ἑλλήνων, ποιεῖν ὅ τι βούλοισθε, οὐδὲ πολλοῦ δεῖ·

 

[24] ἀλλὰ τοῦτο μὲν[12] ὑμῖν, μᾶλλον δὲ τοῖς τότ᾽ οὖσιν Ἀθηναίοις, ἐπειδή τισιν οὐ μετρίως ἐδόκουν προσφέρεσθαι, πάντες ᾤοντο δεῖν, καὶ οἱ μηδὲν ἐγκαλεῖν ἔχοντες αὐτοῖς, μετὰ τῶν ἠδικημένων πολεμεῖν· καὶ πάλιν Λακεδαιμονίοις ἄρξασι καὶ παρελθοῦσιν εἰς τὴν αὐτὴν δυναστείαν ὑμῖν, ἐπειδὴ πλεονάζειν ἐπεχείρουν καὶ πέρα τοῦ μετρίου τὰ καθεστηκότ᾽ ἐκίνουν, πάντες εἰς πόλεμον κατέστησαν, καὶ οἱ μηδὲν ἐγκαλοῦντες αὐτοῖς.

 

[25] καὶ τί δεῖ τοὺς ἄλλους λέγειν; ἀλλ᾽ ἡμεῖς αὐτοὶ καὶ Λακεδαιμόνιοι, οὐδὲν ἂν εἰπεῖν ἔχοντες ἐξ ἀρχῆς ὅ τι ἠδικούμεθ᾽ ὑπ᾽ ἀλλήλων, ὅμως ὑπὲρ ὧν τοὺς ἄλλους ἀδικουμένους ἑωρῶμεν, πολεμεῖν ᾠόμεθα δεῖν. καίτοι πάνθ᾽ ὅσ᾽ ἐξημάρτηται καὶ Λακεδαιμονίοις ἐν τοῖς τριάκοντ᾽ ἐκείνοις ἔτεσιν καὶ τοῖς ἡμετέροις προγόνοις ἐν τοῖς ἑβδομήκοντα, ἐλάττον᾽ ἐστίν, ὦ ἄνδρες Ἀθηναῖοι, ὧν Φίλιππος ἐν τρισὶ καὶ δέκ᾽ οὐχ ὅλοις ἔτεσιν, οἷς ἐπιπολάζει, ἠδίκηκε τοὺς Ἕλληνας, μᾶλλον δ᾽ οὐδὲ μέρος τούτων ἐκεῖνα[13].

 

[26] καὶ τοῦτ᾽ ἐκ βραχέος λόγου ῥᾴδιον δεῖξαι. Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν ὥστε μηδ᾽ εἰ πώποτ᾽ ᾠκήθησαν προσελθόντ᾽ εἶναι ῥᾴδιον εἰπεῖν· καὶ τὸ Φωκέων ἔθνος τοσοῦτον ἀνῃρημένον σιωπῶ. ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας καὶ τὰς πόλεις αὐτῶν παρῄρηται καὶ τετραρχίας κατέστησεν, ἵνα μὴ μόνον κατὰ πόλεις ἀλλὰ καὶ κατ᾽ ἔθνη δουλεύωσιν;

 

[27] αἱ δ᾽ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτ᾽ ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν; οὐ διαρρήδην εἰς τὰς ἐπιστολὰς γράφει ‘ἐμοὶ δ᾽ ἐστὶν εἰρήνη πρὸς τοὺς ἀκούειν ἐμοῦ βουλομένους’; καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δ᾽ ἔργοις οὐ ποιεῖ, ἀλλ᾽ ἐφ᾽ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ᾽ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν πρώην, οὔθ᾽ ἡ Ἑλλὰς οὔθ᾽ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου.

 

[28] καὶ ταῦθ᾽ ὁρῶντες οἱ Ἕλληνες ἅπαντες καὶ ἀκούοντες οὐ πέμπομεν πρέσβεις περὶ τούτων πρὸς ἀλλήλους κἀγανακτοῦμεν, οὕτω δὲ κακῶς διακείμεθα καὶ διορωρύγμεθα κατὰ πόλεις ὥστ᾽ ἄχρι τῆς τήμερον ἡμέρας οὐδὲν οὔτε τῶν συμφερόντων οὔτε τῶν δεόντων πρᾶξαι δυνάμεθα, οὐδὲ συστῆναι, οὐδὲ κοινωνίαν βοηθείας καὶ φιλίας οὐδεμίαν ποιήσασθαι,

 

[29] ἀλλὰ μείζω γιγνόμενον τὸν ἄνθρωπον περιορῶμεν, τὸν χρόνον κερδᾶναι τοῦτον ὃν[14] ἄλλος ἀπόλλυται ἕκαστος ἐγνωκώς, ὥς γ᾽ ἐμοὶ δοκεῖ, οὐχ ὅπως σωθήσεται τὰ τῶν Ἑλλήνων σκοπῶν οὐδὲ πράττων, ἐπεί[15], ὅτι γ᾽ ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται, οὐδεὶς ἀγνοεῖ.

 

[30] καὶ μὴν κἀκεῖνό γ᾽ ἴστε, ὅτι ὅσα μὲν ὑπὸ Λακεδαιμονίων ἢ ὑφ᾽ ἡμῶν ἔπασχον οἱ Ἕλληνες, ἀλλ᾽ οὖν ὑπὸ γνησίων γ᾽ ὄντων τῆς Ἑλλάδος ἠδικοῦντο, καὶ τὸν αὐτὸν τρόπον ἄν τις ὑπέλαβεν τοῦτο, ὥσπερ ἂν εἰ υἱὸς ἐν οὐσίᾳ πολλῇ γεγονὼς γνήσιος διῴκει τι μὴ καλῶς μηδ᾽ ὀρθῶς, κατ᾽ αὐτὸ μὲν τοῦτ᾽ ἄξιον μέμψεως εἶναι καὶ κατηγορίας, [16]ὡς δ᾽ οὐ προσήκων ἢ ὡς οὐ κληρονόμος τούτων ὢν ταῦτ᾽ ἐποίει, οὐκ ἐνεῖναι λέγειν.

 

 

 


[1] μέντοι „freilich“ anstelle von δέ, aber stärker

[2] προσέχητε erg. νοῦν

[3] ἢ νῦν erg. παράδοξον ἐστίν

[4] ὅθ᾽ = ὅτε

[5] αὐτῷ zu συγκεχωρηκότας

[6] lies τοῦτο ὑπὲρ οὗ

[7] καθ᾽ ἕνα je einen = einen nach dem andern

[8] ἑβδομήκοντ᾽ ἔτη καὶ τρία von 478 (Anerkennung der Hegemonie Athens nach der Schlacht bei Plataiai 479) bis 405 (Sieg der Spartaner bei Aigos Potamoi auf der Chersones)

[9] τριάκονθ᾽ ἑνὸς δέοντα von 405 bis 376 (Athener unter Chabrias besiegen die spartanische Flotte bei Naxo).

[10] τοὺς τελευταίους χρόνους seit 371 (Epaminondas besiegt bei Leuktra die Spartaner unter Pelopidas) [bis Philipps Sieg bei Chaironeia 336].

[11]ἡ ἐν Λεύκτροις μάχη

[12] τοῦτο μὲν „zum einen“ wird anakoluthisch aufgenommen von καὶ πάλιν „und andererseits“

[13] ἐκεῖνα erg. ἐστίν

[14] ὃν Akk. der Ausdehnung „in der“

[15] ἐπεί hier adversativ oder konzessiv

[16] ordne so: οὐ δὲ ἐνεῖναι λέγειν ὡς οὐ ... – das Ganze wie ἄξιον μέμψεως εἶναι abhängig von ἄν τις ὑπέλαβεν τοῦτο