e12.1 ἡ ἀρετὴ λέγει

Die Ἀρετή setzt die Ansprache an die Κακία fort:

 

τὰ δ’ ἀφροδίσια πρὸ τοῦ καιροῦ ἀναγκάζεις·

τὰ ἀφροδίσια „Liebesdinge, Sex“

 

οὕτω γὰρ παιδεύεις τοὺς σεαυτῆς φίλους,

 

 

τῆς μὲν νυκτὸς ὑβρίζουσα,

τῆς μὲν νυκτὸς: Gen. temporis

 

τῆς δ’ ἡμέρας τὸ χρησιμώτατον κατακοιμίζουσα.

κατακοιμίζω „verschlafen“

5

ἀθάνατος δὲ οὖσα ἐκ θεῶν μὲν φεύγεις,

 

 

ὑπὸ δὲ ἀνθρώπων ἀγαθῶν ἀτιμάζῃ·

 

 

τῆς δὲ πάντων ἡδίστης δόξης, ἐπαίνου σεαυτῆς, κενὴ εἶ,

ἐπαίνου σεαυτῆς: Apposition

 

καὶ τοῦ πάντων ἡδίστου θεάματος ἀθέατος·

θεάματος ἀθέατος „von Ansehen frei/ ohne A.“

 

οὐδὲν γὰρ πώποτε σεαυτῆς ἔργον καλὸν θεᾶται.

 

10

τίς δ’ ἄν σοι λεγούσῃ τι πιστεύσει;

 

 

τίς δ’ ἂν δεομένην σέ τινος ὠφελήσει;

 

 

ἢ τίς ἂν εὖ φρονῶν τοῦ σοῦ θιάσου τολμήσει εἶναι;

οἳ lies: οὗτοι οἳ - ὁ θίασος „Gefolge“

 

οἳ νέοι μὲν ὄντες τοῖς σώμασιν ἀδύνατοί εἰσι,

τοῖς σώμασιν: Dat.modi „körperlich“

 

πρεσβύτεροι δὲ γιγνόμενοι ταῖς ψυχαῖς ἀνόητοι.

ταῖς ψυχαῖς: Dat.modi „seelisch“
ἀνόητος „unverständig, unvernünftig“

15

ἀπόνως μὲν μαλακοὶ διὰ νεότητος τρέφονται,

 

 

ἐπιπόνως δὲ χαλεποὶ διὰ γήρως διατελοῦσιν,

 

 

τοῖς μὲν ἔργοις αἰσχυνόμενοι,

 

 

τοῖς δὲ πραττομένοις βαρυνόμενοι.

βαρύνω „beschweren, belasten“

 

τὰ μὲν ἡδέα ἐν τῇ νεότητι διατρέχουσιν,

 

20

τὰ δὲ χαλεπὰ εἰς τὸ γῆρας ἀναβάλλονται.  

 

 

ἐγὼ δὲ σύνειμι μὲν θεοῖς, σύνειμι δὲ ἀνθρώποις τοῖς ἀγαθοῖς·

 

 

ἔργον δὲ καλὸν οὔτε θεῖον οὔτ’ ἀνθρώπειον χωρὶς ἐμοῦ γίγνεται.

 

 

τιμῶμαι δὲ μάλιστα πάντων καὶ παρὰ θεοῖς

 

 

καὶ παρὰ ἀνθρώποις, οἷς προσβαίνω,

Z. 25 – 30: jede Zeile ein Prädikativum

25

ἀγαπητὴ μὲν συνεργὸς τεχνίταις,

ἀγαπητός: Verbaladjektiv I „geliebt“

 

πιστὴ δὲ φύλαξ οἴκων δεσπόταις,

 

 

εὐμενὴς δὲ ὠφέλεια οἰκέταις,

 

 

ἀγαθὴ δὲ βοηθὸς τῶν ἐν εἰρήνῃ πόνων,

ὁ/ἡ βοηθός „Helfer/in, Hilfe“

 

βεβαία δὲ τῶν ἐν πολέμῳ σύμμαχος ἔργων,

 

30

ἀρίστη δὲ φιλίας κοινωνός.  

 

 

ἔστι δὲ τοῖς μὲν ἐμοῖς φίλοις

 

 

ἡδὺς μὲν καὶ ἄπονος σιτίων καὶ ποτῶν καρπός·

 

 

ἀνέχονται γὰρ ἕως ἂν ἐπιθυμήσουσιν αὐτῶν·

ἀνέχομαι „ausharren, ertragen“

 

ὕπνος δ’ αὐτοῖς πάρεστιν ἡδίων ἢ τοῖς ἀπόνοις,

 

35

καὶ οὔτε ἀπολείποντες αὐτὸν ἄχθονται

 

 

οὔτε διὰ τοῦτον παύονται τὰ δέοντα πράττειν.

 

 

καὶ οἱ μὲν νέοι τοῖς τῶν πρεσβυτέρων ἐπαίνοις χαίρουσιν,

 

 

οἱ δὲ γεραίτεροι ταῖς τῶν νέων τιμαῖς τέρπονται·

 

 

καὶ ἡδέως μὲν τῶν παλαιῶν πράξεων μιμνῄσκονται,

 

40

εὖ δὲ τὰς παρούσας ἥδονται πράττοντες·

lies: τὰς δὲ παρούσας <πράξεις> εὖ πράττοντες ἥδονται

 

δι’ ἐμὲ φίλοι μὲν θεοῖς ὄντες, ἀγαπητοὶ δὲ φίλοις,

 

 

ἔντιμοι δὲ πατρίσιν·

 

 

ὅτε δ’ ἥξει τὸ τοῦ βίου τέλος,

 

 

οὐ μετὰ λήθης ἄτιμοι κείσονται,

 

45

ἀλλὰ μετὰ μνήμης τὸν ἀεὶ χρόνον ὑμνήσονται.

τὸν ἀεὶ χρόνον: Akk.der Ausdehnung

 

τοιαῦτά σοι, ὦ παῖ πατέρων ἀγαθῶν Ἡράκλεις, ἔξεστι

ordne: ἔξεστί σοι τοιαῦτά ἀσκῶντι ...

 

τὴν ἠδίστην εὐδαιμονίαν ἔχειν.

 

 

οὕτω πως διηγεῖται Πρόδικος τὴν ὑπ’ Ἀρετῆς Ἡρακλέους παιδείαν·

 

 

κοσμεῖ μέντοι τὰς γνώμας ἔτι καλλίοσι λόγοις ἢ ἐγὼ ἐνθαδε.